Τετάρτη 13 Νοεμβρίου 2024

13 Νοεμβρίου εορτάζει ο Άγιος Ιωάννης ο Χρυσόστομος Αρχιεπίσκοπος Κωνσταντινούπολης / Il 13 novembre è San Giovanni Crisostomo arcivescovo di Costantinopoli / November 13 is Saint John the Chrysostom Archbishop of Constantinople

 

Άγιος Ιωάννης ο Χρυσόστομος 

Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα,
Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα.
Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.

Λειτουργικά κείμενα

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. δ’.

Ἡ τοῦ στόματός σου καθάπερ πυρσός ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Τὴν ὑπὲρ ἡμῶν.

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Ὁ Οἶκος
Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Έτερον Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.

Σκεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Έτερον Κάθισμα
Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε.

Έτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λογον.

Τῆς ἀρρήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα· ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Πηγή: https://saint.gr/3021/saint.aspx
http://pirforosellin.blogspot.gr/   -  Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.736
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου