Παρασκευή 20 Σεπτεμβρίου 2024

20 Σεπτεμβρίου εορτάζει ο Άγιος Ιλαρίων ο νέος οσιομάρτυρας, από την Κρήτη / Il 20 settembre si festeggia sant'Ilarione, il nuovo santo martire, originario di Creta / September 20 celebrates Saint Hilarion, the new holy martyr, from Crete

 

Ὁ Ἱλαρίων διττὸν εἴληφε στέφος,
Ὅσιος οἷα καὶ ἀθλητὴς Κυρίου.

Εἰκάδι Ἱλαρίων ξίφους μόρον Ἴφι ὑπέστη.

Λειτουργικά κείμενα

Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας, Ἱλαρίων ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων ἀθλητῶν, τὸν κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου τὸ μνημόσυνον.

Κοντάκιον
Ἦχος β´. τὰ ἄνω ζητῶν.

Τὸν κόσμον λιπὼν Χριστῷ ἠκολούθησας, ἀθλήσας δὲ στεῤῥός, αὐτῷ νῦν παρίστασαι, μαρτυρίου αἵματι καὶ ἀσκήσεως πόνοις καλλυνόμενος Ἱλαρίων· ὅθεν καὶ ἀνεδείχθης μαρτύρων καὶ ὁσίων ὁμόσκηνος.

Ὁ Οἶκος
Τὸν γενναῖον ἐν μάρτυσιν Ἱλαρίωνα, ἐν ἀσμάτων ᾠδαῖς εὐφημήσωμεν οἱ φιλέορτοι. Οὗτος γἀρ ὁ καρτερόψυχος, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθείς, πάντα τὰ τοῦ βίου τερπνὰ ὡς σκύβαλα ἐλογίσατο, καὶ σαρκὸς μηδόλως φεισάμενος, εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσατο· ἔνθα τὴν μὲν τῶν Αγαρηνῶν ἀσέβειαν θριαμβεύσας, τὴν δὲ τοῦ Χριστοῦ ὀρθόδοξον πίστιν ἐν παῤῥησίᾳ κηρύξας, ὑπὲρ ἧς καὶ πολυειδέσι βασάνοις δοκιμασθείς, ἀνεδείχθης μαρτύρων καὶ ὁσίων ὁμόσκηνος.

Κάθισμα
Ἦχος γ´. Θείας πίστεως.

Θείαν ἔννοιαν ἐν σῆ καρδίᾳ, φέρων ἔνδοξε τῶν ἐπιγείων, ἀντηλλάξω τὰ θεῖα καὶ μόνιμα, καὶ συγχορεύων ἀγγέλοις γηθόμενος, ἐπαπολαύεις τῆς θείας λαμπρότητος· ὅθεν ἅγιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Έτερον Κάθισμα
Ἦχος α´. Χορὸς Αγγελικός.

Ἀσκήσει σὴν ψυχήν, καὶ δακρύων τοῖς ῥείθροις, ἁγνίσας ἐναθλῶν, Ἱλαρίων νομίμως, ἐνδόξως ἐλάμπρυνας, καὶ παρέθου τῷ κτίστῃ σου, ὡς οὖν ἔτυχες, οὗπερ ἐπόθεις δυσώπει, τὸ ἀνείκαστον, τῶν οἰκτιρμῶν αὐτοῦ πλῆθος, σωθῆναι πάντας ἡμᾶς.

Έτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καθελὼν του πονηροῦ, τὰς πολυπλόκους μηχανάς, ἀνδρειότητι φρενῶν, νίκης βραβεῖα ἐκ Θεοῦ, ὦ Ἱλαρίων ἀπείληφας ἐπαξίς· καὶ νῦν πρὸς οὐρανοὺς κατεσκήνωσας, Αγγέλων σὺν χοροῖς ἀγαλλόμενος, μεθ᾿ ὧν ἡμῶν μνημόνευε, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, καὶ προσκυνούντων τὴν τῶν λειψάνων θήκην ἀξιοθαύμαστε.

Έτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητικῶς τὸν πονηρὸν συμπατήσας, ἀθλητικῶς Μάρτυς Χριστοῦ ἐδοξάσθης, καθυπομείνας βάσανα τελεἵῳ νοἵ· ὅθεν συνηρίθμησαι, τοῖς χοροῖς τῶν μαρτύρων, καὶ τὴν αἰωνίζουσαν βασιλείαν ἐκτήσω, ἐν ᾗ χορεύων μέμνησο ἡμῶν, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.

Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄ .

Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, Ἱλαρίωνα τὸν ἔνδοξον, συνελθόντες ὦ φιλόχριστοι, μαρτυρικοῖς ἐγκωμίοις, καταχρέως εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, τὸν τῆς νίκης στέφανον ἀξίως ἐδέξατο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ ἀγγέλων χορεύων, αἰτεῖται ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄ .

Γενναῖε μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου, σὲ γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οὐ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς ὁ ἐπίπονος θάνατος τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν, καὶ νῦν ἐν οὐρανοῖς παριστάμενος τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν ἀποῤῥεούσης δόξης τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα ἔλεος.
http://pirforosellin.blogspot.gr/   -  Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.736
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου