Τρίτη 7 Μαΐου 2024

Σύναξη της Παναγίας της Παντάνασσας στον Μυστρά / Assembly of the Virgin Mary of Pantanassa in Mystras / Assemblea della Vergine Maria di Pantanassa a Mistra/ Синагога Панагия Пантанасса в Мистре

 

Σεπτὴ Παντάνασσα Μυστρᾶ δόξα,
Ναὸς
Παντανάσσης Ἀνάσσης δόξα.

Λειτουργικά κείμενα

Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐν Μυστρᾷ συνελθόντες πιστῶς εἰσέλθωμεν, ἐν τῷ ναῷ Παντανάσσης καὶ Θεοτόκου Μητρός, προσκυνοῦντες εὐλαβῶς θεῖον εἰκόνισμα· ὅτι ὡς Μήτηρ τοῦ Θεοῦ, κατασκέπει τοὺς πιστούς, ἐκ πάσης δοκιμασίας, καὶ στηρίζει ἐν τοῖς ἀγῶσι, τοὺς εὐσεβῶς ἐπευφημοῦντας αὐτήν.

Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Παντανάσσης τὴν Εἰκόνα προσκυνήσωμεν, ἐν ἱερῷ ναῷ Μυστρᾶ καὶ ἐκβοήσωμεν· χαῖρε Μῆτερ ἡ γεννήσασα Θεὸν Λόγον. Τὸν λαὸν ταῖς Σαῖς πρεσβείαις διαφύλαξον, καὶ τὴν πίστιν ὀρθόδοξον περιτράνωσον, ἵνα κράζωμεν· Χαῖρε πάντων ἡ Ἄνασσα.

Μεγαλυνάριον
Παντάνασσα χαῖρε ἡ τοῦ Μυστρᾶ, Εἰκόνα Σου θείαν, οἱ τιμῶντες πανευλαβῶς, βοῶμεν ἐκ πόθου, προστρέχοντες ναῷ Σου, αἰτούμενοι Σὴν σκέπην, καὶ Σὴν βοήθειαν.

Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, ναὸν τῆς Παντανάσσης ἐν φόβῳ (γ΄)· καὶ σὺν αὐτοῖς πλήθη πιστῶν πρὸ τῆς σεπτῆς αὐτῆς Εἰκόνος ἱστάμενα, ἐν χαρᾷ καὶ ἀγαλλιάσει βοῶσι πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, Μυστρᾶ ἡ χαρὰ καὶ δόξα·
χαῖρε, πιστῶν ἡ ἐλπὶς καὶ σκέπη.
Χαῖρε, τοῦ σεπτοῦ Σου ναοῦ ἡ ἐπίσκεψις·
χαῖρε, εὐσεβείας πιστῶν ἡ ἀνάδειξις.
Χαῖρε, Κόρη θεοδώρητε, Ἐκκλησίας τοῦ Μυστρᾶ·
χαῖρε, Μῆτερ θεοτίμητε, τῶν Ἀγγέλων ἡ χαρά.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν πιστῶν προστασία·
χαῖρε, ὅτι στηρίζεις τὴν Χριστοῦ Ἐκκλησίαν.
Χαῖρε, κρατὴρ τῆς χἄριτος ἔμπλεως·
χαῖρε, κρουνὸς τῆς πίστεως ἔνθεος.
Χαῖρε, δι’ ἧς εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ ἧς νεουργεῖται ἡ φύσις.
Χαῖρε πάντων ἡ Ἄνασσα.

Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

(Μετὰ τὴν α΄ στιχολογίαν)
Παντάνασσα πιστῶν, Παναγία Παρθένε, ἱκέτευε Χριστόν, ὑπὲρ γένους ἀνθρώπων, τοῦ κόσμου ἡ σώτειρα, καὶ Ἀγγέλων τὸ μέλισμα, τῶν τιμώντων σε, ἡ κραταιὰ προστασία, τοῦ ναοῦ Μυστρᾶ, κόσμος ἀγλάϊσμα εὖχος, καὶ ἄνασσα ἔνδοξος.

Έτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

(Μετὰ τὴν β΄ στιχολογίαν)
Παντάνασσα Δέσποινα τοὺς Σὲ τιμῶντας πιστῶς, περίσωζε φύλαττε ἐξ ἀοράτων ἐχθρῶν, καὶ πάσης κακώσεως· Σὺ γὰρ Θεὸν Σωτῆρα, ἐν ἀγκάλαις βαστάζεις, ἔχουσα παῤῥησίαν, τοῦ πρεσβεύειν ἀπαύστως, ὡς Μήτηρ τοῦ πάντων Κτίστου, Θεοχαρίτωτε.

Έτερον Κάθισμα
Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

(Μετὰ τὸν Πολυέλεον)
Τὴν Παντάνασσαν πιστοί, καὶ Θεοτόκον ἀληθῆ, ἀνυμνήσωμεν φαιδρῶς, ὡς τὴν Μητέρα τοῦ Θεοῦ, καὶ προστασίαν τοῦ κόσμου καὶ θείαν σκέπην· κλέϊσμα Μυστρᾶ καὶ ἀγλάϊσμα, τεῖχος τῶν πιστῶν καὶ προπύργιον, καὶ τῶν παρθένων πρότυπον καὶ κλέος, καὶ Ἐκκλησίας τὸ καύχημα· μητέρων δόξα, χαῖρε Μαρία, μείζων πάντων Ἀγγέλων.

Έτερον Κάθισμα
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἑορτάζει σήμερον, ἡ τοῦ Μυστρᾶ Ἐκκλησία, καὶ τιμᾷ φαιδρότατα, τῆς Παντανάσσης Μαρίας, ἄῤῥητον, κυοφορίαν καὶ παρθενίαν, ἄφραστον, οἰκονομίαν τοῦ μυστηρίου· δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, Παρθένος Μήτηρ τοῦ πρὸ αἰώνων Θεοῦ.    Πηγή:
https://www.saint.gr/4363/saint.aspx
http://pirforosellin.blogspot.gr/   -  Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου