Δευτέρα 15 Μαΐου 2023

15 Μαίου εορτάζει ο Όσιος Αχίλλιος Επίσκοπος Λαρίσης / May 15th is the celebration of Saint Achillios, Bishop of Larissa / Il 15 maggio è la festa di Sant'Achillios, vescovo di Larissa

 

Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ.

Λειτουργικά κείμενα

Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Λαρίσης σὲ πρόεδρον, καὶ πολιοῦχον λαμπρόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην σοφόν, παμμάκαρ Ἀχίλλιε, σὺ γὰρ τὸ τῆς Τριάδος, ὁμοούσιον κράτος, θαύμασι τε καὶ λόγοις, κατετράνωσας κόσμω. Ἣν πάτερ ἐξευμενίζου, τοὶς σὲ γεραίρουσι.

Έτερον Ἀπολυτίκιον 
Ἦχος γ´. Θείας πίστεως.

Χαίρει ἔχουσα, ἡ Θεσσαλία, σὲ ἀκοίμητον, φρουρῶν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασαν, Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον, τῶν Λαρισαίων τὸν Ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες· Παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν Χαίροις Πάτερ Ἀχίλλιε.

Έτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τῆς οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον Καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀκοίμητον Τὸν ἀχίλλιον ὑμνήσωμεν ἐκβοῶντες· Παρρησίαν κεκτημένος πρὸς τὸν Κύριον Ἐκ παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἀχίλλιε.

Μεγαλυνάριον
Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός, καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός, χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος, Ἀχίλλιε παμμάκαρ, Τριάδος πρόμαχε.

Έτερον Μεγαλυνάριον
Χαίροις τῆς Λαρίσης ὁ θησαυρός, καύχημα Πατέρων, τῆς Νικαίας ὁ τηλαυγής, φάρος ἑξαστράπτων, τρανώσας θείαν φύσιν, Χριστοῦ ἐν τῇ Συνόδῳ, σοφὲ Ἀχίλλιε.

Ὁ Οἶκος
Ἄγγελος ἐκ τῶν τρόπων Ἱεράρχα ἐφάνης, καὶ τάγμασι τοῖς τούτων ἐγνώσθης, καὶ σὺν τοῖς Ἀσωμάτων χοροῖς λειτουργῶν τῷ θρόνῳ τοῦ Χριστοῦ Ἅγιε, ἀκούεις παρ’ ἡμῶν τῶν σῶν δούλων ταύτα: Χαῖρε τῆς Τριάδος ἡ σάλπιγξ ἡ εὔηχος· Χαῖρε τῆς Μονάδος ἡδύφωνον ὄργανον· Χαῖρε ὕψος δυσκατάληκτον τῶν δογμάτων τῶν σεπτῶν· χαῖρε βάθος δυσερμήνευοτν νοερῶν ἐργασιῶν· Χαῖρε ὅτι Ἀρείου τᾶς ἐπάρσεις καθεῖλες· Χαῖρε ὅτι τᾶς τούτου μυθουργίας παρεῖδες· Χαῖρε ἀστὴρ Ἑλλάδος ὑπέρλαμπρος· Χαῖρε Ποιμὴν Λαρίσης ὁ ἄκακος· Χαῖρ επροστάτης ὁ ἀκοίμητος ταύτης· Χαῖρε δι’ οὗ τῷ Θεῷ οἰκειοῦται·

Χαίροις Πάτερ Ἀχίλλιε.

Κάθισμα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ἡ Λάρισα τὰ σά, μεγαλεῖα κηρύττει, θαυμάζει δὲ τὴν σήν, διδαχὴν Θεσσαλία, σεμνύνεται χαίρουσα, τῶν Πατέρων ἡ Σύνοδος, κόσμον ἔχει δέ, ἢ Ἐκκλησία σὲ Πάτερ, ἡμεῖς δ’ ἅπαντες, θερμὸν προστάτην καὶ ῥύστην, οἱ πόθῳ τιμῶντες σέ.

Έτερον Κάθισμα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ἡ θεία σου σορός, , ὧ Ἀχίλλιε Πάτερ, ὡς ἄλλη Σιλωὰμ κολυμβήθρα ἐδείχθη, πηγὴν ἁγιάσματος παραδόξως ἐκβλύζουσα· οὗ μετέχοντες οἱ προσιόντες ἐν πίατει χάριν ἄφθονον, καὶ ψυχικὴν σωτηρίαν, εὐχαῖς σου λαμβάνομεν.
Πηγή:https://saint.gr/1593/saint.aspx
http://pirforosellin.blogspot.gr/   -  Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου